Matthew 22

1Καὶ ἀποκριθεὶς Ἰησοῦς πάλιν εἶπεν
 ἐν παραβολαῖς αὐτοῖς = WH Treg NA/NIV: || αὐτοῖς ἐν παραβολαῖς = RP
ἐν παραβολαῖς αὐτοῖς ⸃ λέγων·
2Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ. 3καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου
 ἡτοίμακα = WH Treg NA/NIV: || ἡτοίμασα = RP
ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
5οἱ δὲ ἀμελήσαντες ἀπῆλθον,
 ὃς = WH Treg NA/NIV: || ὁ = RP
ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν,
 ὃς = WH Treg NA/NIV: || ὁ = RP
ὃς δὲ
 ἐπὶ = WH Treg NA/NIV: || εἰς = RP
ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·
6οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 7
 ὁ δὲ βασιλεὺς = WH Treg NA/NIV: || Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος = RP
δὲ βασιλεὺς ⸃ ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
8τότε λέγει τοῖς δούλοις αὐτοῦ· μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· 9πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους
 ἐὰν = WH Treg NA/NIV: || ἂν = RP
ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους.
10καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας
 οὓς = WH NA/NIV: || ὅσους = Treg RP
οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη
 γάμος = Treg NA/NIV RP: || νυμφὼν = WH
γάμος ἀνακειμένων.
11εἰσελθὼν δὲ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· 12καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; δὲ ἐφιμώθη. 13τότε
 ὁ βασιλεὺς εἶπεν = WH Treg NA/NIV: || εἶπεν ὁ βασιλεὺς = RP
βασιλεὺς εἶπεν ⸃ τοῖς διακόνοις· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας
 ἐκβάλετε αὐτὸν = WH Treg NA/NIV: || ἄρατε αὐτὸν καὶ ἐκβάλετε = RP
ἐκβάλετε αὐτὸν ⸃ εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.
14πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.

15Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν
 λέγοντες = NA/NIV RP: || λέγοντας = WH Treg
λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·
17εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι οὔ; 18γνοὺς δὲ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί; 19ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20καὶ λέγει αὐτοῖς· Τίνος εἰκὼν αὕτη καὶ ἐπιγραφή; 21λέγουσιν
 αὐτῷ = Treg NA/NIV RP: || [omit] = WH
αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
22καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.

23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι,
 λέγοντες = WH Treg NA/NIV: || οἱ λέγοντες = RP
λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν
24λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ πρῶτος
 γήμας = WH Treg NA/NIV: || γαμήσας = RP
γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·
26ὁμοίως καὶ δεύτερος καὶ τρίτος, ἕως τῶν ἑπτά· 27ὕστερον δὲ πάντων ἀπέθανεν
 ἡ = WH NA/NIV: || καὶ ἡ = Treg RP
γυνή.
28ἐν τῇ
 ἀναστάσει οὖν = WH Treg NA/NIV: || οὖν ἀναστάσει = RP
ἀναστάσει οὖν ⸃ τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.

29Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· 30ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε
 γαμίζονται = WH Treg NA/NIV: || ἐκγαμίζονται = RP
γαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι
 θεοῦ = Holmes: || τοῦ θεοῦ = RP; || [omit] = WH Treg NA/NIV
θεοῦ ἐν
 τῷ = WH Treg NA/NIV: || [omit] = RP
τῷ οὐρανῷ εἰσιν·
31περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· 32Ἐγώ εἰμι
 ὁ θεὸς = WH Treg NA/NIV: || ὁ θεὸς θεὸς = RP; || θεὸς = WHmarg
θεὸς ⸃ Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ ἔστιν θεὸς νεκρῶν ἀλλὰ ζώντων.
33καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

34Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. 35καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων
 αὐτόν = WH Treg NA/NIV: || αὐτόν καὶ λέγων = RP
αὐτόν·
36Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37
 δὲ = WH Treg NA/NIV: || δὲ Ἰησοῦς = RP
δὲ ἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ
 τῇ = Treg NA/NIV: || [omit] = WH RP
τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ
 τῇ = WH Treg NA/NIV: || [omit] = RP
τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου·
38αὕτη ἐστὶν
 ἡ μεγάλη καὶ πρώτη = WH Treg NA/NIV: || πρώτη καὶ μεγάλη = RP
μεγάλη καὶ πρώτη ⸃ ἐντολή.
39Δευτέρα
 δὲ = Treg NA/NIV RP: || [omit] = WH
δὲ ὁμοία
 αὐτῇ = Treg NA/NIV RP: || αὕτη = WH
αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
40ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος νόμος
 κρέμαται καὶ οἱ προφῆται = WH Treg NA/NIV: || καὶ οἱ προφῆται κρέμανται = RP
κρέμαται καὶ οἱ προφῆται ⸃.

41Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς Ἰησοῦς 42λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ. 43λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι
 καλεῖ αὐτὸν κύριον = WH Treg NA/NIV: || κύριον αὐτὸν καλεῖ = RP
καλεῖ αὐτὸν κύριον ⸃ λέγων·
44
 Εἶπεν = WH Treg NA/NIV: || Εἶπεν ὁ = RP
Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου
 ὑποκάτω = WH Treg NA/NIV: || ὑποπόδιον = RP
ὑποκάτω τῶν ποδῶν σου;
45εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; 46καὶ οὐδεὶς ἐδύνατο
 ἀποκριθῆναι αὐτῷ = WH Treg NA/NIV: || αὐτῷ ἀποκριθῆναι = RP
ἀποκριθῆναι αὐτῷ ⸃ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.



Copyright information for SBLG